Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.38 Joseph. AJ 4.42 (English) >>Joseph. AJ 4.46

4.40

δὲ πλησίον γενόμενος τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν γεγωνότερον ἐκβοήσας, ὡς ἀκουστὸν πάσῃ τῇ πληθύι γενέσθαι, “δέσποτα, φησί, τῶν ἐπʼ οὐρανοῦ τε καὶ γῆς καὶ θαλάσσης· σὺ γὰρ ἐμοὶ τῶν ὑπʼ ἐμοῦ πεπραγμένων μάρτυς ἀξιολογώτατος, ὡς γνώμῃ τε σῇ γίνεται πάντα καὶ δρωμένοις μηχανὴν ἐξεπόρισας οἶκτον ἐν πᾶσι δεινοῖς Ἑβραίων ποιησάμενος, ἐλθέ μοι τούτων ἀκροατὴς τῶν λόγων· 4.41σὲ γὰρ οὔτε πραττόμενον οὔτε νοηθὲν λανθάνει, ὥστʼ οὐδὲ φθονήσεις μοι τῆς ἀληθείας τὴν τούτων ἀχαριστίαν ἐπίπροσθεν θέμενος. τὰ μὲν οὖν πρεσβύτερα τῆς ἐμῆς γενέσεως αὐτὸς οἶσθʼ ἀκριβέστερον οὐκ ἀκοῇ μαθὼν ὄψει δὲ τότʼ αὐτοῖς παρὼν γινομένοις, δὲ ἐπὶ τούτοις καίπερ ἐπιστάμενοι σαφῶς ἀδίκως ὑπονοοῦσι τούτων μοι γενοῦ μάρτυς. 4.42ἐγὼ βίον ἀπράγμονα καταστησάμενος ἀνδραγαθίᾳ μὲν ἐμῇ σῇ δὲ βουλῇ, καὶ τοῦτον Ῥαγουήλου μοι τοῦ πενθεροῦ καταλιπόντος ἀφεὶς τὴν ἐκείνων ἀπόλαυσιν τῶν ἀγαθῶν ἐμαυτὸν ἐπέδωκα ταῖς ὑπὲρ τούτων ταλαιπωρίαις. καὶ πρότερον μὲν ὑπὲρ τῆς ἐλευθερίας αὐτῶν, νῦν δʼ ὑπὲρ τῆς σωτηρίας μεγάλους ὑπέστην πόνους καὶ παντὶ δεινῷ τοὐμὸν ἀντιτάξας πρόθυμον. 4.43νῦν οὖν ἐπεὶ κακουργεῖν ὑποπτεύομαι παρʼ ἀνδράσιν, οἷς ἐκ τῶν ἐμῶν καμάτων ὑπῆρχε τὸ περιεῖναι, εἰκότως ἂν αὐτός, τὸ πῦρ ἐκεῖνό μοι φήνας κατὰ τὸ Σιναῖον καὶ τῆς σαυτοῦ φωνῆς ἀκροατὴν τότε καταστήσας καὶ θεατὴν τεράτων ὅσα μοι παρέσχεν ἰδεῖν ἐκεῖνος τόπος ποιήσας, κελεύσας ἐπʼ Αἰγύπτου σταλῆναι καὶ τὴν σὴν γνώμην τούτοις ἐμφανίσαι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.38 Joseph. AJ 4.42 (English) >>Joseph. AJ 4.46

Powered by PhiloLogic